Page:Sophocles (Storr 1912) v1.djvu/168

From Wikisource
Jump to navigation Jump to search
This page does not need to be proofread.

ΟΙΔΙΠΟΥΣ ΕΠΙ ΚΟΛΩΝΩΙ


Οιδιπουσ

Τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας
χώρους ἀφίγμεθ᾽ ἢ τίνων ἀνδρῶν πόλιν;
τίς τὸν πλανήτην Οἰδίπουν καθ᾽ ἡμέραν
τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν;
σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δ᾽ ἔτι
μεῖον φέροντα, καὶ τόδ᾽ ἐξαρκοῦν ἐμοί:
στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν
μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον.
ἀλλ᾽, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις
ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν, 10
στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθα
ὅπου ποτ᾽ ἐσμέν: μανθάνειν γὰρ ἥκομεν
ξένοι πρὸς ἀστῶν, ἃν δ᾽ ἀκούσωμεν τελεῖν.

Αντιγονη

πάτερ ταλαίπωρ᾽ Οἰδίπους, πύργοι μέν, οἳ
15πόλιν στέγουσιν, ὡς ἀπ᾽ ὀμμάτων, πρόσω:
χῶρος δ᾽ ὅδ᾽ ἱερός, ὡς ἀπεικάσαι, βρύων
δάφνης, ἐλαίας, ἀμπέλου· πυκνόπτεροι δ᾽
εἴσω κατ᾽ αὐτὸν εὐστομοῦσ᾽ ἀηδόνες:
οὗ κῶλα κάμψον τοῦδ᾽ ἐπ᾽ ἀξέστου πέτρου:
μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν. 20

Οιδιπουσ

κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν.

146